Ancient Greek · ~1 min
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.8
Not analysed yet
Αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. Δηλοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. Τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ δ' ὀλίγον εὔπεπτον, ἡ εὐωδία δ' ἐν πέψει τῇ πρὸς ὄσφρησιν αὕτη δ' ἀγλυκὴς καὶ οὐκ εὔχυλος.