Ancient Greek
Book 6, Chapter 19
Theophrastus, De causis plantarum (lib. 2-6) 6.19.1
Not analysed yet
Τὰς δ' ὀσμὰς ἤδη τὰς ἀπ' ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ' ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. Ὥστε καὶ παραφυτεύομέν γ' ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρόμυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. Τοῦτο δ' εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ' ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. Ἕκαστον γὰρ δὴ τρέφεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερμότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. Τοῦτο μὲν οὖν ὡς ἂν καθ' ὑπόθεσιν εἰρήσθω.