Ancient Greek
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.12
Not analysed yet
Διὰ τοῦτο γὰρ καὶ ἐν τῇ Ἰλλυρίδι βελτίων ἡ ἴρις ἢ ἐν Μακεδονίᾳ, ἐν δὲ τῇ Θράκῃ καὶ ταῖς ἔτι ψυχροτέραις ἅμα καὶ ἀπεπτοτέραις ὅλως ἄοσμος· καὶ γὰρ ἡ γῆ πίειρα καὶ ἡ ὑγρότης πολλὴ καὶ ὁ χειμὼν ἔκτοπος· ἐν δὲ ταῖς ἀλεειναῖς καὶ λεπταῖς διὰ τὴν μαλακότητα τοῦ ἀέρος ἄοδμος· οὐκ ἴση γὰρ ἡ ἀντιπερίστασις. Ἐξ ἀμφοῖν δὲ ζητητέον ὥσπερ καὶ ἐν τοῖς ὑπὲρ γῆς εὐόδμοις καὶ ἐκ τοῦ ἐδάφους καὶ ἐκ τοῦ ἀέρος τὰς δυνάμεις τὰς εἰς τὴν πέψιν συνεργούσας. Ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.