Ancient Greek · ~2 min
Book 6, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 6.20.1
Not analysed yet
Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ' ἄγρια τῶν εὐόσμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ' ἔνθα μὲν εὔοσμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. Ὁ δὲ ἕρπυλλος καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. Αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβάνει δι' ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί.