Ancient Greek · ~2 min
Book 6, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 6.20.2
Not analysed yet
Ὡς δὲ καθ' ἕκαστα φανερὸν ἐπισκοποῦσι. Τὸ μὲν γὰρ ἴον τό γε μέλαν καὶ ὁ κρόκος οὔτε πολλῆς δεῖται τροφῆς ἐξ αὑτῶν θ' ἱκανήν . . . κεφαλόρριζα γὰρ ὥστ' ἐν τοῖς ἡμέροις ἡ πλείων ἀπεπτοτέρα. Διὰ τοῦτο γὰρ καὶ τοῖς μὲν τέφραν περιβάλλουσι τοῖς δ' ἐπιπάττουσι. Τὸ δὲ ῥόδον καὶ ὁ ἕρπυλλος καὶ ὅσα ὅμοια τούτοις ἄγρια μὲν ὄντα ξηρότερα τοῦ συμμέτρου γίνεται δι' ὃ τὸ μὲν ῥόδον ἀσθενὲς οἷόν τι ἄοδμον καὶ ἄνικμον· οὐδὲ γὰρ τὸ ἴον τὸ λευκὸν ἐν ταῖς ἄγαν ξηραῖς καὶ λεπταῖς εὔοσμον οὐδ' ὅπου θερμὸς σφόδρα καὶ ἔμπυρος ὁ ἀήρ· ἀναξηραίνει γάρ.