Ancient Greek · ~1 min
Book 6, Chapter 20
Theophrastus, De causis plantarum (lib. 2-6) 6.20.3
Not analysed yet
Ὁ δ' ἕρπυλλος καὶ τὸ ἑλένιον καὶ τἆλλα τὰ τοιαῦτα διὰ τὴν ξηρότητα δριμείας ἄγαν ἴσχει καὶ σκληρὰς τὰς ὀδμὰς ἡμερούμενα δὲ μαλακωτέρας. Ἡ δὲ συμμετρία δι' ὅτι καὶ πέψιν ποιεῖ φανερόν. Ἐπεὶ καὶ τῶν εὐωδῶν ὀσμαὶ πρὸς τῇ τοῦ ἐδάφους καὶ τὴν τοῦ ἀέρος εὐκρασίαν ἀπαιτοῦσιν ὥστ' ἀναμίγνυσθαι μήτε κωλύεσθαι μήθ' ὑφ' ἑνός.