Ancient Greek · ~3 min
Book 6, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 6.3.3
Not analysed yet
Ἐπεὶ δ' ἐν τρισὶν οἱ χυμοὶ, —φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ' ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ' ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων, —τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. Καὶ γὰρ ταῦτα πρότερ' ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον.