Ancient Greek · ~2 min
Book 6, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 6.3.4
Not analysed yet
Οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ' οἷον ὀξεῖς καὶ (ἁλμυροὶ) γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι' ἃς καὶ ἐν τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ' ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ' ὁμοίαν ἔχειν. Τὸ δὲ πλῆθος οὐ συμβλητοί. Πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους.