Ancient Greek · ~3 min
Book 6, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 6.3.5
Not analysed yet
Εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ' ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. Καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι' ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ, λιπαροὶ, πικροὶ, γλυκεῖς, ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. Οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ' ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. Ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ' ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ' εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. Ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον.