Ancient Greek · ~2 min
Book 6, Chapter 5
Theophrastus, De causis plantarum (lib. 2-6) 6.5.6
Not analysed yet
Ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. Οὐ μὴν ἀλλ' ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίον μέντοι, τάχα δ' οὐκ ἀκόλουθον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσφιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθάνει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. Ἴσως δ' οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. Ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρημένα.