Ancient Greek · ~2 min
Book 6, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 6.6.1
Not analysed yet
Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ' οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ' αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαιροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ' ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· πέψει γὰρ πρότερόν τινι φαίνεται πάντ' ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις.