Ancient Greek · ~2 min
Book 6, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 6.6.5
Not analysed yet
Ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν (ὂν) τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξοντος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ' ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. Ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πάχος. Τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσιν οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς δ' οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης.