Ancient Greek · ~2 min
Book 6, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 6.6.6
Not analysed yet
Ἅπαντες δέ πως ἐμφαίνουσιν οἱ καρποὶ καὶ τὸν τοῦ φυτοῦ χυλὸν, ὅπερ ἴσως ἀναγκαῖον ἐξ ἐκείνου γενομένους, ὠμοὶ μὲν ὄντες μᾶλλον πεπαινόμενοι δ' ἧττον ἅτε καὶ τῆς ἐκκρίσεως ἀεὶ καθαρωτέρας γινομένης. Καὶ τῶν μὲν τοιαύτη τις σύστασις. Ἐνίων δ' ὥσπερ ἄχυμος ἡ πρώτη καὶ ὑδατώδης οἷον τῶν σιτωδῶν ὥσπερ πυροῦ καὶ κριθῆς καὶ τῶν ὁμοίων. Ὧν δὴ καὶ ἡ τελέωσις εὐθὺς ἐκ ταύτης οὐ λαμβάνουσα πλείους μεταβολάς. Οὐ γὰρ οὐδ' ἡ γλυκύτης πόρρω ταύτης ὥστε μὴ δεῖσθαι πλειόνων.