Ancient Greek · ~2 min
Book 6, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 6.6.7
Not analysed yet
Δι' ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ' ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομένων πέψεως.