Ancient Greek · ~3 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.2
Not analysed yet
Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. Ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπομένειν τὰ οἰκεῖα καθ' ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ' ἐπεισιέναι. Ἐπεὶ δ' ἀδύνατον μετασχηματίζεσθαι, τὸ γὰρ ἄτομον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ' ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ' ἐξιέναι. Ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. Ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας, ποσοῦ, ποιότητος.