Ancient Greek · ~2 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.3
Not analysed yet
Τῶν δ' ἄλλων ἡ ὑπὸ τοῦ θερμοῦ πέψις γινομένη τὰ μὲν ἐκκρίνει καὶ διατμίζει τὰ δὲ παχύνει καὶ συνίστησι τὰ δὲ λεπτύνει τὰ δ' ὡς ἁπλῶς εἰπεῖν ἀλλοιοῖ καθάπερ καὶ ἐν τοῖς πυρουμένοις. Ὅλως δὲ τοῦτο ληπτέον ὅτι πάντες ἐνυπάρχουσιν οἱ χυμοὶ δυνάμει, προσιούσης δὲ μεταβολῆς τότε γίνεσθαι καὶ εἶναι κατ' ἐνέργειαν· πεφθέντων δ' οἱ μὲν εὐθὺς φανεροὶ τῇ αἰσθήσει καθάπερ ὁ γλυκὺς καὶ ὁ λιπαρός· καὶ γὰρ ἀποπιεζόμενος οὗτός γε ἐξ ἐνίων ῥεῖ καὶ χωρισμὸς ἔκ γε τῶν πλείστων οὕτως αὐτοῦ.