Ancient Greek · ~3 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.5
Not analysed yet
ᾟ καὶ φανερὸν ὥσπερ ἐλέχθη δι' ὅτι δυνάμει πάντες ἐνυπάρχουσι τὰς δ' ἐνεργείας αἱ ἀλλοιώσεις ποιοῦσιν. Εἰσὶ δ' ὥσπερ ἐν αὐτοῖς τοῖς περικαρπίοις ὡρισμέναι μεταβολαὶ χωρισθέντων ὁμοίως εἴς τε τοὺς κατὰ τὰς πέψεις καὶ εἰς τοὺς κατὰ τὰς φθοράς. Μάλιστα δὲ τοῦτ' ἔνδηλον ἐπὶ τοῦ οἴνου· καὶ γὰρ παριστάμενος καὶ ἐξιστάμενος καὶ οἷον γηράσκων ἐν ὡρισμένοις τισὶ μεταβάλλει χυμοῖς· ἀλλοιωθεὶς γὰρ ὁ μὲν ὥσπερ κατὰ φύσιν ὁ παλαιούμενος ἐκπεπίκρωται. Τοῦτο δὲ συμβαίνει δι' ὅτι τὸ πότιμον ὁ ἀὴρ ἐξάγει καὶ τὸ περιέχον· ἀπιόντος γὰρ τούτου καταλείπεται τὸ γεῶδες καὶ πικρόν. Ὁ δ' ὥσπερ βίᾳ καὶ παρὰ φύσιν εἰς τὸ ὀξὺ, τοῦτο γὰρ ἐναντίον. Ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως.