Ancient Greek · ~2 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.6
Not analysed yet
Συμβαίνει δὲ τῷ οἴνῳ τὴν ἐκστατικὴν ταύτην ποιεῖσθαι φθορὰν ἐξ οὗπερ καὶ ἡ φυσικὴ γένεσις· ἐκ γὰρ τοῦ ὀξέος καὶ εἰς τὸ ὀξὺ καθάπερ εἰς τὴν ὕλην ἀναλυόμενον μεταβάλλει. Καὶ ἀποκαθίστασθαι πάλιν συμβαίνει μὲν ὡσαύτως, σπανίως δὲ καὶ μάλισθ' ὅταν ἢ θαλαττωθῇ ἢ ἐπὶ τῆς τοῦ ἄστρου ἐπιτολῆς παρακινήσῃ· καὶ γὰρ τότε παραπλήσιον τὸ πάθος ἂν μὴ γένηται σφοδρόν· ἀλλ' ὑπὲρ μὲν τῶν τοιούτων ἐν τοῖς ἑπομένοις οἰκειότερον ἐπελθεῖν.