Ancient Greek · ~2 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.8
Not analysed yet
Οὕτως γὰρ καὶ ἡ τῶν περικαρπίων φθορὰ καὶ αὐτῶν τῶν ὑγρῶν οἷον οἴνου, γάλακτος. Οὐδὲν δ' ἧττον τεταγμένη καὶ ἐπὶ τούτων ἡ μετάβασις· ἐναντία γὰρ πᾶσιν, αἱ δὲ ἐναντιότητες πλείους· ὥστε τοῦτο μὲν φανερόν. Ἡ δὲ πέψις πάντων τῶν καρπῶν γίνεται μὲν ὑπὸ τοῦ θερμοῦ καθάπερ εἴρηται, δοκεῖ δὲ τῶν ὀψικάρπων ὑπὸ τοῦ ψύχους διὰ τὴν ὥραν. Πέττει γὰρ ὥσπερ ἀεὶ λέγομεν τὸ θερμὸν ἀντιπεριϊστάμενον.