Ancient Greek · ~2 min
Book 6, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 6.7.7
Not analysed yet
Ἡ δὲ φθορὰ καὶ ἡ ἀλλοίωσις ἐν τεταγμένοις πάθεσιν· ἐπεὶ καὶ τὸ μὲν διαφθειρόμενον ἐξυγραίνεται, πολλάκις δὲ ἐξοξύνεται, γηράσκον δὲ καὶ χρονιζόμενον ἀποξηραίνεται καταλειπομένου καὶ ἐνταῦθα τοῦ γεώδους. Ὅλως δ' αἱ φθοραὶ πάντων ἢ καταμίξει τοῦ ἀλλοτρίου ἢ ἐκλείψει τοῦ οἰκείου διὰ χρόνον. Αἱ δὲ καταμίξεις ὁτὲ μὲν τῶν ἔξω τινὸς μιχθέντος ὁτὲ δὲ τῶν αὐτοῦ νοσήσαντός τινος καὶ πλεονάσαντος. Τάχα δ' ἀληθέστερον εἰπεῖν ὅτι κινηθέντος τινὸς καὶ διαφθαρέντος ὑπὸ τῶν ἐκτός.