Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.4
Not analysed yet
Τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς (τοῦ) ἢ ἁπλῶς (μὴ) ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα, μεῖζον δὲ θάτερον. Ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ' ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ' ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυπεπὴς ἐν σήψει· τὸ δ' ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ μεταβολῇ· τοῦτο δ' ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπομίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει.