Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.5
Not analysed yet
Πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ' ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. Μετ' Ἀρκτοῦρον δ' ἐναντίως· αὔξεται γὰρ ἡ σὰρξ τότε καὶ τελεοῦται. Ὅτι δ' οὐκ ἐν πλήθει τροφῆς οὐδ' ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον, αἵ τ' ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σὰρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας. Οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν.