Ancient Greek
Book 6, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 6.9.3
Not analysed yet
Ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσπερ ἀνήθου, μαράθου, μύριδος. Ἐνίων δ' οὐδ' ἐχόντων ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσμων δὲ τελέως οἷον φακοῦ, κνίκου, τῶν τοιούτων· διαθραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων διαμασωμένων χυμός.