Ancient Greek · ~2 min
Book 6, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 6.9.2
Not analysed yet
Οὐ μὴν ἴσως κατά γε τὰς προσηγορίας ἀποδοθήσονται πᾶσαι· πικρὰν γὰρ ὀδμὴν καὶ ἁλμυρὰν καὶ λιπαρὰν καὶ στρυφνὴν οὐκ ἂν ἐθέλοις λέγειν· οὐδὲ γὰρ οἱ χυμοὶ πάντες κατὰ τὰς ὀσμάς. Ἀλλ' οὐδὲν ἧττόν ἐστί πως κατάλληλα καὶ συνακολουθεῖ καὶ θατέρῳ θάτερον. Ἑκάστου δὲ τῶν χυμῶν ἰδέαι πλείους οἷον γλυκέος, πικροῦ, τῶν ἄλλων· καὶ γὰρ μελιτώδης καὶ οἰνώδης καὶ γαλακτώδης καὶ ὑδατώδης ἐστὶν, τάχα δὲ καὶ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαι κυριωτάτως δὲ τῇ καταμίξει τῶν ὑποκειμένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ταῦτα μὲν οὖν σχεδὸν συμφωνοῦσι πάντες.