Ancient Greek
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 8.1
Not analysed yet
CAP. VII. Αἱ μὲν οὖν τῶν λίθων διαφοραὶ καὶ δυνάμεις εἰσὶν ἐν τούτοις. αἱ δὲ τῆς γῆς ἐλάττονες μὲν ἰδιώτεραι δέ. τὸ μὲν γὰρ τήκεσθαι καὶ μαλάττεσθαι καὶ πάλιν ἀποσκληρύνεσθαι καὶ ταύτῃ συμβαίνει. τήκεται μὲν γὰρ τοῖς χυτοῖς καὶ ὀρυκτοῖς ὥσπερ καὶ ὁ λίθος· μαλάττεται δὲ, λίθους τε ποιοῦσιν, ὧν τάς τε ποικίλας καὶ τὰς ἄλλας συντιθεμένας ἁπάσας γὰρ πυροῦντες καὶ μαλάττοντες ποιοῦσιν. εἰ δὲ καὶ ὁ ὕελος ἐκ τῆς ὑελίτιδος ὥς τινές φασι, καὶ αὕτη πυκνώσει γίνεται. ἰδιωτάτη δὲ ἡ τῷ χαλκῷ μιγνυμένη· πρὸς γὰρ τῷ τήκεσθαι καὶ μίγνυσθαι καὶ δύναμιν ἔχει περιττὴν ὥστε τῷ κάλλει τῆς χρόας ποιεῖν διαφοράν. περὶ δὲ Κιλικίαν ἐστί τις ἢ ἕψεται γῆ καὶ γίνεται γλισχρά· ταύτῃ δʼ ἀλείφουσι τὰς ἀμπέλους ἀντὶ ἰξοῦ πρὸς τούς ἶπας. εἴη δʼ ἂν λαμβάνειν καὶ ταύτας τὰςφορὰς, ὅσαι πρὸς τὴν ἀπολίθωσιν εὐφυεῖς· ἐπεὶ αἵ γε τῶν τόπων ποιοῦσαι χυμούς διαφόρους ἀλλήλων( ἰδίαν) τινʼ ἔχουσι φύσιν, ὥσπερ καὶ αἱ τοὺς τῶν φυτῶν. ἀλλὰ μᾶλλον ἄν τις (αὐ)τὰς τοῖς χρώμασι διαριθμήσειεν οἷσπερ καὶ οἱ γραφεῖς χρῶνται. καὶ γὰρ ἡ γένεσις τούτων, ὥσπερ ἐξ ἀρχῆς εἴπομεν, ἤτοι συρροῆς τινὸς ἢ διηθήσεως γινομένης. καὶ ἔνιά γε δὴ φαίνεται πεπυρωμένα καὶ οἷον κατακεκαυμένα οἷον καὶ ἡ σανδαράκη καὶ τὸ ἀρρενικὸν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πάντα δʼ ὡς ἀπλῶς εἰπεῖν ἀπὸ τῆς ἀναθυμιάσεως ταῦτα τῆς ξηρᾶς καὶ καπνώδους. εὑρίσκεται δὴ πάντα ἐν τοῖς μετάλλοις τοῖς ἀργυρείοις τε καὶ χρυσείοις, ἔνια δὲ καὶ ἐν τοῖς χαλκορυχείοις, οἶον ἀρρενικὸν, σανδαράκη, χρυσοκόλλα, μίλτος, ὦχρα, κύανος· ἐλάχιστος δὲ οὗτος καὶ κατʼ ἐλάχιστα. τῶν δʼ ἄλλων τῶν μέν εἰσι ῥάβδοι, τὴν δʼ ὦχραν ἀθρόαν πώς φασιν εἶναι· μίλτον δὲ παντοδαπὴν ὥστε εἰς τὰ ἀνδρείκελα χρῆσθαι τοὺς γραφεῖς· καὶ ὦχραν ἀντʼ ἀρρενικοῦ διὰ τὸ μηδὲν τῇ χρόᾳ διαφέρειν, δοκεῖν δέ. ἀλλὰ μίλτου τε καὶ ὤχρας ἐστὶν ἐνιαχοῦ μέταλλα καὶ κατὰ ταὐτὰ καθάπερ ἐν Καππαδοκίᾳ, καὶ ὀρύττεται πολλή. χαλεπὸν δὲ τοῖς μεταλλεῦσι φασὶν εἶναι τὸ πνίγεσθαι· ταχύ γὰρ καὶ ἐν ὀλίγῳ τοῦτο ποιεῖν. βελτίστη δὲ δοκεῖ μίλτος ἡ κεία εἶναι· γίνονται γὰρ πλείους. ἡ μὲν οὖν ἐκ τῶν μετάλλων, ἐπειδὴ καὶ τὰ σιδηρεῖα ἔχει μίλτον. ἀλλὰ καὶ ἡ λημνία καὶ ἥν καλοῦσι σινωπικήν. αὕτη δʼ ἐστὶν ἡ καππαδοκικὴ κατάγεται δʼ εἰς Σινώπην. ἐν δὲ τῷ μικρῷ μεταλλεύεται καθʼ αὐτήν. ἔστι δὲ αὐτῆς γένη τρία, ἡ μὲν ἐρυθρὰ σφόδρα, ἡ δὲ ἔκλευκος, ἡ δὲ μέση. ταύτην αὐτάρκη καλοῦμεν διὰ τὸ μὴ μίγνυσθαι, τὰς δʼ ἑτέρας μιγνύουσι. γίνεται δὲ καὶ ἐκ τῆς ὤχρας κατακαιομένης ἀλλὰ χείρων, τὸ δʼ εὕρημα Κυδίου. συνεῖδε γὰρ ἐκεῖνος, ὥς φασι, κατακαυθέντος τινὸς πανδοχείου τὴν ὦχραν ἰδὼν ἡμίκαυστον καὶ πεφοινιγμένην. τιθέασι δʼ εἰς τὰς καμίνους χύτρας καινὰς περιπλάσαντες πηλῷ· ὀπτῶσι γὰρ διάπυροι γενόμεναι· ὅσῳ δʼ ἄν μᾶλλον πυρωθῶσι, τοσούτῳ μᾶλλον μελαντέραν καὶ ἀνθρακωδεστέραν ποιοὕσι. μαρτυρεῖ δʼ ἡ γένεσις αὐτή· δόξειε γὰρ ἄν ὑπὸ πυρὸς ἅπαντα ταῦτα μεταβαλεῖν, εἴπερ ὁμοίαν ἢ παραπλησίαν δεῖ τὴν ἐνταῦθα τῇ φυσικῇ νομίζειν. ἔστι δὲ, ὥσπερ καὶ μίλτος ἡ μὲν αὐτόματος ἡ δὲ τεχνικὴ, καὶ κύανος ὁ μὲν αὐτοφυὴς ὁ δὲ σκευαστὸς ὥσπερ ἐν Αἰγύπτῳ. γένη δὲ κυάνου τρία, ὁ αἰγύπτιος καὶ σκύθης καὶ τρίτος ὁ κύπριος. βέλτιστος δʼ ὁ αἰγύπτιος εἰς τὰ ἄκρατα λειώματα ὁ δὲ σκύθης εἰς τὰ ὑδαρέστερα. σκευαστὸς δʼ ὁ αἰγύπτιος. καὶ οἱ γράφοντες τὰ περὶ τοὺς βασιλεῖς καὶ τοῦτο γράφουσι, τίς πρῶτος βασιλεύς ἐποίησε χυτὸν κύανον μιμησάμενος τὸν αὐτοφυῆ, δῶρά τε πέμπεσθαι παρʼ ἄλλων τε καὶ ἐκ Φοινίκης φόρον κυάνου, τοῦ μὲν ἀπύρου τοῦ δὲ πεπυρωμένου. φασὶ δὲ οἱ τὰ φάρμακα τρίβοντες τὸν μὲν κύανον ἐξ ἑαυτοῦ ποιεῖν χρώματα τέτταρα, τὸ μὲν πρῶτον ἐκ τῶν λεπτοτάτων λεπτότατον, τὸ δὲ δεύτερον ἐκ παχυτάτων μελάντατον. ταῦτά τε δὴ τέχνῃ γίνεται καὶ ἔτι τὸ ψιμύθιον. τίθεται γὰρ μόλυβδος ὑπὲρ ὄξους ἐν πίθοις ἡλίκον πλίνθος. ὅταν δὲ λάβῃ πάχος, λαμβάνει δὲ μάλιστα ἐν ἡμέραις δέκα, τότʼ ἀνοίγουσιν, εἶτʼ ἀποξύουσιν ὥσπερ εὐρῶτά τινα ἀπʼ αὐτοῦ, καὶ πάλιν, ἕως ἄν καταναλώσωσι. τὸ δʼ ἀποξυόμενον ἐν τριπτῆρι τρίβουσι καὶ ἀφηθοῦσιν ἀεὶ, τὸ δʼ ἔσχατον ὑφιστάμενόν ἐστι τὸ ψιμύθιον. παραπλησίως δὲ καὶ ὁ ἰὸς γίνεται· χαλκὸς γὰρ ἐρυθρὸς ὑπὲρ τρυγὸς τίθεται καὶ ἀποξύεται τὸ ἐπιγινόμενον αὐτῷ· ἐπιφαίνεται γὰρ ὁ ἰός. γίνεται δὲ καὶ κιννάβαρι τὸ μὲν αὐτοφυὲς τὸ δὲ κατʼ ἐργασίαν. αὐτοφυὲς μὲν τὸ περὶ Ἰβηρίαν σκληρὸν σφόδρα καὶ λιθῶδες, καὶ τὸ ἐν Κόλχοις. τοῦτο δέ φασιν εἶναι (ἐπὶ) κρημνῶν ὃ καταβάλλουσι τοξεύοντες. τὸ δὲ κατʼ ἐργασίαν ὑπὲρ Ἐφέσου μικρὸν ἐξ ἑνὸς τόπου μόνον. ἔστι δʼ ἄμμος ἣν συλλέγουσι λαμπυρίζουσαν καθάπερ ὁ κόκκος· ταύτην δὲ τρίψαντες ὅλως ἐν ἀγγείοις λιθίνοις λειοτάτην πλύνουσιν ἐν χαλκοῖς τὸ δʼ ὑφιστάμενον πάλιν λαβόντες πλύνουσι καὶ τρίβουσιν, ἐν ᾧπέρ ἐστι τὸ τῆς τέχνης οἱ μὲν γὰρ ἐκ τοῦ ἴσου πολὺ περιποιοῦσιν, οἱ δʼ ὀλίγον ἢ οὐθέν· ἀλλὰ πλύσματι (τῷ) ἐπάνω χρῶνται ἓν πρὸς ἓν ἀλείφοντες. γίνεται δὲ τὸ μὲν ὑφιστάμενον κάτω κιννάβαρι, τὸ δʼ ἐπάνω καὶ πλεῖον πλύσμα. καταδεῖξαι δέ φασι καὶ εὑρεῖν τὴν ἐργασίαν Καλλίαν τινὰ Ἀθηναῖον ἐκ τῶν ἀργυρείων, ὃς οἰόμενος ἔχειν τὴν ἄμμον χρυσίον διὰ τὸ λαμπυρίζειν ἐπραγματεύετο καὶ συνέλεγεν. ἐπεὶ δʼ ἤσθετο ὅτι οὐκ ἔχει τὸ δὲ τῆς ἄμμου κάλλος ἐθαύμαζε διὰ τὴν χρόαν οὕτως ἐπὶ τὴν ἐργασίαν ἦλθε ταύτην. οὐ παλαιὸν δʼἐστὶν ἀλλὰ περὶ ἔτη μάλιστʼ ἐνενήκοντα εἰς ἄρχοντα Πραξίβουλον Ἀθήνῃσι. φανερὸν δʼ ἐκ τούτων ὅτι μιμεῖται τὴν φύσιν ἡ τέχνη, τὰ δʼ ἴδια ποιεῖ, καὶ τούτων τὰ μὲν χρήσεως χάριν τὰ δὲ μόνον φαντασίας ὥσπερ τὰς ἄλπεις ἔνια δὲ ἴσως ἀμφοῖν ὥσπερ χυτὸν ἄργυρον. ἔστι γάρ τις χρεία καὶ τούτου. ποιεῖται δὲ ὅταν τὸ (κιννάβαρι) τριφθῇ μετʼ ὄξους ἐν ἀγγείῳ χαλκῷ καὶ δοίδυκι χαλκῷ. τὰ μὲν οἦν τοιαύτα τάχʼ ἄν τις λάβοι πλείω.