Ancient Greek · ~13 min
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 7.1
Not analysed yet
CAP. VII. Τῶν δὲ λίθων πολλαί τινες αἰ φύσεις καὶ τῶν μεταλλευομένων. ἔνιαι γὰρ ἅμα χρυσὸν ἔχουσι κοὶ ἄργυρον, προφανῆ δὲ μόνον ἄργυρον· βαρύτεραι δὲ αὗται πολὺ καὶ τῇ ῥοπῇ καὶ τῇ ὀσμῇ. καὶ κύανος σὐτοφυὴς ἔχων ἐν ἑαυτῷ χρυσοκόλλαν. ἄλλη δὲ λίθος ὁμοία τὴν χρόαν τοῖς ἄνθραξι· βάρος δὲ ἔχουσι. τὸ δὲ ὅλον ἐν τοῖς μετάλλοις πλεῖσται καὶ ἰδιώταται φύσεις εὑρίσκονται τῶν τοιούτων, ὧν τὰ μέν εἰσι γῆς καθάπερ ὦχρα καὶ μίλτος, τὰ δὲ οἷον ἄμμου καθάπερ χρυσοκόλλα καὶ κύανος, τὰ δὲ κονίας οἷον σανδαράκη καὶ ἀρρενικὸν καὶ ὅσα ὅμοια τούτοις. καὶ τῶν μὲν τοιούτων πλείους ἄν τις λάβοι τὰς ἰδιότητας. ἔνιαι δὲ λίθοῖ καὶ τὰς τοιαύτας ἔχουσι δυνάμεις εἰς τὸ μὴ πάσχειν, ὥσπερ εἴπομεν, οἷον τὸ μὴ γλύφεσθαι σιδηρίοις ἀλλὰ λίθοις ἑτέροις. ὅλως μὲν ἡ κατὰ τὰς ἐργασίας κοὶ τῶν μειζόνων λίθων πολλὴ διαφορά. πριστοὶ γὰρ, οἱ δὲ γλυπτοὶ, καθάπερ ἐλέχθη, καὶ τορνευτοὶ τυγχάνουσι, καθάπερ καὶ ἡ μαγνῆτις αὕτη λίθος ἡ καὶ ὄψει περιττὸν ἔχουσα, καὶ ἧς γε δή τινες θαυμάζουσι τὴν ὁμοίωσιν τῷ ἀργύρῳ μηδαμῶς οὔσης συγγενοῦς. πλείους δʼ εἰσὶν οἱ δεχόμενοι πάσας τὰς ἐργασίας. ἐπεὶ καὶ ἐν Σίφνῳ τοιοῦτός τίς ἐστιν ὀρυκτὸς ὡς τρία στάδια ἀπὸ θαλάττης, στρογγύλος καὶ βωλώδης, καὶ τορνεύεται καὶ γλύφεται διὰ τὸ μαλακόν· ὅταν δὲ πυρωθῇ καὶ ἀποβαφῇ ἐλαίῳ, μέλας τε σφόδρα γίνεται καὶ σκληρός. ποιοῦσι δʼ ἐξ αὐτοῦ σκεύη τὰ ἐπιτράπεζα. οἱ μὲν (οὖν) τοιοῦτοι πάντες προσδέχονται τὴν τοῦ σιδήρου δύναμιν· ἔνιοι δὲ λίθοις ἄλλοις γλύφονται, σιδήροις δʼ οὐ δύνανται καθάπερ εἴπομεν. οἱ δὲ σιδήροις μὲν ἀμβλυτέροις δέ· καὶ εἰσὶν παραπλησίως δὲ κάτω (ἄτοπον̣) τὰ μὴ τέμνεσθαι σιδήρῳ καίτοι καὶ στερεὸν ἕτε ἰσχυρότερα τέμνει, καὶ σίδηρος λίθου σκληρότερος ὤν. ἄτοπον δὲ κἀκεῖνο φαίνεται διότι ἡ μὲν ἀκόνη κατεσθίει τὸν σίδηρον, ὁ δὲ σίδηρος ταύτην μὲν δύναται διαιρεῖν καὶ ῥυθμίζειν, ἐξ ἧς δὲ αἱ σφραγίδες οὔ. καὶ πάλιν ὁ λίθος ᾧ γλύφουσι τὰς σφραγίδας ἐκ τούτου ἐστὶν ἐξ οὗπερ αἱ ἀκόναι, ἢ ἐξ ὁμοίου τούτῳ ἄγεται δὲ ἡ (ἀρίστη) ἐξ Ἀρμενίας. θαυμαστὴ δὲ φύσις καὶ τῆς βασανιζούσης τὸν χρυσόν· δοκεῖ γὰρ δὴ τὴν αὐτὴν ἔχειν τῷ πυρὶ δύναμιν· καὶ γὰρ ἐκεῖνο δοκιμάζει. διὸ καὶ ἀποροῦσί τινες οὐκ ἄγαν οἰκείως ἀποροῦντες. οὐ γὰρ τὸν αὐτὸν τρόπον δοκιμάζει, ἀλλὰ τὸ μὲν πῦρ τῷ τὰ χρώματα μεταβάλλειν καὶ ἀλλοιοῦν ὁ δὲ λίθος τῇ παρατρίψει· δύναται γὰρ ὡς ἔοικεν ἐκλαμβάνειν τὴν ἑκάστου φύσιν. εὑρῆσθαι δέ φασι νῦν ἀμείνω πολὺ τῆς πρότερον ὥστε μὴ μόνον τὸν ἐκ τῆς καθάρσεως ἀλλὰ καὶ τὸν κατάχαλκον χρυσὸν καὶ ἄργυρον γνωρίζειν καὶ πόσον εἰς τὸν στατῆρα μέμικται. σημεῖα δʼ ἐστὶν αὐτοῖς ἀπὸ τοῦ ἐλαχίστου· ἐλάχιστον δὲ γίνεται κριθῂ, εἶτα κόλλυβος, εἶτα τεταρτημόριον ἢ ἡμιώβολος, ἕξ ὧν γνωρίζουσι τὸ καθῆκον. εὑρίσκονται δὲ τοιαύται πᾶσαι ἐν τῷ ποταμῷ Τμώλῳ. λεία δʼ ἡ φύσις αὐτῶν καὶ ψηφοειδὴς, πλατεῖα, οὐ στρογγύλη. μέγεθος δὲ ὅσον διπλασία τῆς μεγίστης ψήφου. διαφέρει δʼ αὐτῆς πρὸς τὴν δοκιμασίαν τὰ ἄνω πρὸς τὸν ἥλιον ἢ τὰ κάτω καὶ βέλτιον δοκιμάζει τὰ ἄνω· τοῦτο δὲ διότι ξηρότερα τὰ ἄνω· κωλύει γὰρ ἡ ὑγρότης εἰς τὸ ἐκλαμβάνειν· ἐπειδὴ καὶ ἐν τοῖς καύμασι δοκιμάζει χεῖρον ἀνίησι γάρ τινα νοτίδα ἐξ αὐτῆς διʼ ἣν ἀπολισθαίνει. συμβαίνει δὲ τοῦτο καὶ ἄλλοις τῶν λίθων, καὶ ἐξ ὧν τὰ ἀγάλματα ποιοῦσιν, ὃ καὶ σημεῖον ὑπολαμβάνουσιν ἴδιόν τι τοῦ ἕδους.