Ancient Greek · ~8 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ ΚΑΙ ΑΙΣΘΗΤΩΝ
Not analysed yet
CAP. I. Περὶ δʼ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶθόλου δόξαι δύο εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦν ται οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλὴς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζώοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δʼ ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορ ροίᾳ γίνεται τὸ δʼ ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον. οἱ δὲ τὴν αἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου τὸ δʼ ἐναντίον παθητικὸν τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δʼ οἴονται καὶ τὸ περὶ τὴν ἀρὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν (οὐ) ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας · ,,ὡς γὰρ ἐκάστῳ —φησίν —ἔχει κρᾶσις μελέων πολυπλάγκτων, Τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτὸ Ἐστὶν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι, Καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα. “τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δʼ ἰσάζωσι τῇ μίξει πότερον ἔσται φρονεῖν ἢ οὐ καὶ τίς ἡ διάθεσις οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθʼ αὐτὸ ποιεῖ τὴν αἴσθησιν φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρὸς ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὄν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν.