Ancient Greek · ~17 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 2.1
Not analysed yet
CAP. II. Πλάτων δʼ ἐπὶ πλέον μὲν ἦπταιτῶν κατὰ μέρος, οὐ μὴν εἴρηκέ γε περὶ ἀπασῶν ἀλλὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός· διὸ καὶ τὸ χρῶμα φλόγα τὴν ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν ὡς ἀπορροῆς τε γιγνομένης, καὶ δέον οὖν ἁρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμὰς. ὥσπερ ἄν εἰς τὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προσπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν. ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται. φωνὴν γὰρ εἶναι πληγὴν ὑπʼ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς, τὴν δʼ ἀπὸ ταύτης κίνησιν ἀπὸ κεφαλῆς μέχρι ἅπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἀφῆς ὅλως οὐδὲν εἴρηκεν, οὐδὲ εἰ παρὰ ταύτας ἂλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν. Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τούς πόρους τούς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν ὅτι τῶν μὲν εὐρύτεροι· ὄντες τῶν δὲ στενότεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ σἰσθητὸν ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονεῖν τὰ δʼ ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν ποία τις ἐστί· φησὶ γὰρ τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, διʼ ὧν διιέναι λεκτὸν ὂν καθάπερ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκὰ τοῖς δὲ τοῦ ὕδατος τὰ μιίανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν. συγκεῖσθαι δʼ οὐχ ὁμοίως, τὰς δʼ ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ ταῖς δʼ ἐκτὸς εἶναι τὸ πῦρ, διὸ καὶ τῶν ζώων τὰ μὲν ἐν ἡμέρᾳ τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθʼ ἡμέραν· ἐπανισοῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γὰρ καὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ καὶ οἷς ὑπερέχει τὸ πῦρ· ἐπαυξηθὲν (γὰρ) ἔτι μεθʼ ἡμέραν ἐπιπλάττειν καὶ καταδαμβάνειν τοὺς τοῦ ὕδατος πόρους. οἷς δὲ τὸ ὕδωρ ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δʼ ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκράσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκπτμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει. τὴν δʼ ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι ψόφων· ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἔσω ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ, διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθʼ ἑτέραν οὔτε πῶς οὔτε διʼ ἁ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ συναρμόττειν τούς πόρους αἴσθησίς ἐστιν· ἥδεσθαι δὲ τοῖς ὁμοίοις κατὰ τά τε μόρια καὶ τὴν κρᾶσιν λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις τὸ δʼ ἀγνοεῖν τοῖς ἀνομοίοις ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον ὄν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστῳ γνωρίζομεν ἐκὶ τέλει προσέθηκεν ὡς ἐκ τούτων ,,πάντα πεπήγασιν ρμοσθέντα, καὶ τούτοις φρονέουσι καὶ ἅδονταί τʼ ἀνιῶνται. “διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκράσθαι ἐστι τὰ στοιχεῖα τῶν μερῶν ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διό πολλοῦ μηδʼ οὖ μικρὰ μηδʼ ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τούς ἐγγυτάτω τού τῶν, ὅσοις δʼ ἐναντίως ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα νωθροὺς καὶ ἐπιπόνους, ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα τούς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθʼ ἕν τι μόριον ἡ μέση κρᾶσίε ἐστι ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τούς μὲν ῥήτορας ἀγαθοὺς τούς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν τοῖε χερσὶ τοῖς δʼ ἐν τῇ γλώττῃ τὴν κρᾶσιν οὖσαν· ὁμοίως δʼ ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις.