Ancient Greek · ~2 min
Δ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.1-4
Not analysed yet
Ι. Αἱ μὲν οὖν διαφοραι τῶν ὁμογενῶν τεθεώρηνται πρότερον. ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις καλλίω γίνεται καὶ μᾶλλον εὐσθενεῖ· καὶ γὰρ τοῖς ἀγρίοις εἰσὶν ἑκάστοις οἰκεῖοι, καθάπερ τοῖς ἡμέροις· τὰ μὲν γὰρ φιλεῖ τοὺς ἐφύδρους καὶ ἑλώδεις, οἶον αἴγειρος λεύκη ἰτέα καὶ ὅλως τὰ παρὰ τοὺς ποταμοὺς φυόμενα, τὰ δὲ τοὺς εὐσκεπεῖς καὶ εὐηλίους, τὰ δὲ μᾶλλον τοὺς παλισκίους. πεύκη μὲν γὰρ ἐν τοῖς προσείλοις καλλίστη καὶ μεγίστη, ἐν δὲ τοῖς παλισκίοις ὅλως οὐ φύεται· ἐλάτη δὲ ἀνάπαλιν ἐν τοῖς παλισκίοις καλλίστη τοῖς δ᾿ εὐείλοις οὐχ ὁμοίως.