Ancient Greek · ~3 min
Δ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-4
Not analysed yet
Ἐν Ἀρκαδίᾳ γοῦν περὶ τὴν Κράνην καλουμένην τόπος ἐστί τις κοῖλος καὶ ἄπνους, εἰς ὃν οὐδέποθ᾿ ὅλως ἥλιον ἐμβάλλειν φασίν· ἐν τούτῳ δὲ πολὺ διαφέρουσιν αἱ ἐλάται καὶ τῷ μήκει καὶ τῷ πάχει, οὐ μὴν ὁμοίως γε πυκναὶ οὐδ᾿ ὡραῖαι ἀλλ᾿ ἥκιστα, καθάπερ καὶ αἱ πεῦκαι αἱ ἐν τοῖς παλισκίοις· δι᾿ ὃ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων, οἶον θυρώματα καὶ εἴ τι ἄλλο σπουδαῖον, οὐ χρῶνται τούτοις ἀλλὰ πρὸς τὰς ναυπηγίας μᾶλλον καὶ τὰς οἰκοδομάς· καὶ γὰρ δοκοὶ κάλλισται καὶ τανεῖαι καὶ κέραιαι αἱ ἐκ τούτων, ἔτι δ᾿ ἱστοὶ τῷ μήκει διαφέροντες ἀλλ᾿ οὐχ ὁμοίως ἰσχυροί· καὶ ἐκ τῶν προσείλων ἅμα τῇ βραχύτητι πυκνότεροί τε ἐκείνων καὶ ἰσχυρότεροι γίνονται.