Ancient Greek · ~3 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.1-5
Not analysed yet
I. Περὶ δὲ τῆς ὕλης, ποία τέ ἐστιν ἑκάστη. καὶ πόθ' ὡραία τέμνεσθαι, καὶ πρὸς ποῖα τῶν ἔργων χρησίμη, καὶ ποία δύσεργος ἢἡ εὕεργος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης ἱστορίας ἔχεται, πειρατέον ὁμοίως εἰπεῖν. Ὡραῖα δὴ τέμνεσθαι τῶν ξύλων τὰ μὲν οὖν στρογγύλα καὶ ὅσα πρὸς φλοισμὸν ὅταν βλαστάνῃ· τότε γὰρ εὐπεριαίρετος ὁ φλοιός, ὃ δὴ καλοῦσι λοπᾶν, διὰ τὴν ὑγρότητα τὴν ὑπογινομένην αὐτῷ. μετὰ δὲ ταῦτα δυσπεριαίρετος καὶ τὸ ξύλον μέλαν γίνεται καὶ δυσειδές. τὰ δὲ τετράγωνα μετὰ τὸν λοπητόν· ἀφαιρεῖται γὰρ ἣ πελέκησις τὴν δυσείδειαν. ὅλως πᾶν πρὸς ἰσχὺν ὡραιότατον οὐ μόνον πεπαυμένον τῆς βλαστήσεως ἀλλ' ἔτι μᾶλλον ἐκπεπᾶναν τὸν καρπόν. ἀλλὰ διὰ τὸν φλοισμὸν ἀώροις οὖσιν ὡραίοις συμβαίνει γίνεσθαι τοῖς στρογγύλοις. ὥστε ἐναντίαι αἱ ὧραι κατὰ συμβεβηκός. εὐχρούστερα δὲ τὰ ἐλάτινα γίνεται κατὰ τὸν πρῶτον λοπητόν.