Ancient Greek · ~4 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-5
Not analysed yet
Ἐπεὶ δὲ μάλιστ' ἡ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ Ἀρκτοῦρον, οἶον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμφλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὶ ἐν τῷ δευτέρῳ. τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κὰν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυόμενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος. οἶς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμηθὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς ἁλιφλοιου καὶ τότε φαῦλον.