Ancient Greek
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.10-2
Not analysed yet
αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρίφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.