Ancient Greek · ~3 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.11-2
Not analysed yet
Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς ποῖόν τί ἐστι· τῶν μὲν γὰρ εὐκτηδόνων καὶ ἀστραβῶν καὶ ὁ φλοιὸς λεῖος καὶ ὀρθός, τῶν δ᾿ ἐναντίων τραχύς τε καὶ διεστραμμένος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ᾿ ἔστι τετράξοα μὲν ὀλίγα μονόξοα δὲ πλείω τῶν ἄλλων. ἅποσα δὲ ἡ ὕλη μείζων καὶ ὀρθοτέρα καὶ ἀστραβεστέρα καὶ στιφροτέρα καὶ ὅλως καλλίων καὶ πλείων ἡ ἐν τοῖς προσβορείοις, ὥσπερ καὶ πρότερον ἐλέχθη· καὶ αὐτοῦ τοῦ δένδρου δὲ τὰ πρὸς βορρᾶν πυκνότερα καὶ νεανικώτερα. ὅσα δὲ ὑποπαράβορρα καὶ ἐν περίπνῳ, ταῦτα στρέφει καὶ παραλλάττει παρὰ μικρὸν ὁ βορέας, ὥστε εἶναι παρεστραμμένην αὐτῶν τὴν μήτραν καὶ οὐ κατ᾿ ὀρθόν.