Ancient Greek · ~4 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2
Not analysed yet
Τὸ μὲν οὖν μέρος ἅτε ἐκ τῆς ἰδίας φύσεως ὂν ἀεὶ δοκεῖ διαμένειν ἢ ἁπλῶς ἢ ὅταν γένηται, καθάπερ ἐν τοῖς ζώοις τὰ ὕστερον γενησόμενα, πλὴν εἴ τι διὰ νόσον ἢ γῆρας ἢ πήρωσιν ἀποβάλλεται. τῶν δ᾿ ἐν τοῖς φυτοῖς ἔνια τοιαῦτ᾿ ἐστὶν ὥστ᾿ ἐπέτειον ἔχειν τὴν οὐσίαν, οἶον ἄνθος βρύον φύλλον καρπός, ἁπλῶς ὅσα πρὸ τῶν καρπῶν ἢ ἅμα γίνεται τοῖς καρποῖς· ἔτι δὲ αὐτὸς ὁ βλαστός· αἰεὶ γὰρ ἐπίφυσιν λαμβάνει τὰ δένδρα κατ᾿ ἐνιαυτὸν ὁμοίως ἔν τε τοῖς ἄνω καὶ ἐν τοῖς περρὶ τὰς ῥίζας· ὥστε, εἰ μέν τις ταῦτα θήσει μέρη, τό τε πλῆθος ἀόριστον ἔσται καὶ οὐδέποτε τὸ αὐτὸ τῶν μορίων· εἰ δ᾿ αὖ μὴ μέρη, συμβήσεται, δι᾿ ὦν τέλεια γίνεται καὶ φαίνεται, ταῦτα μὴ εἶναι μέρη· βλαστάνοντα γὰρ καὶ θάλλοντα καὶ καρπὸν ἐχοντα πάντα καλλίω καὶ τελειότερα καὶ δοκεῖ καὶ ἔστιν. αἱ μὲν οὖν ἀπορίαι σχεδόν εἰσιν αὗται.