Ancient Greek
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3
Not analysed yet
Τάχα δὲ οὐχ ὁμοίως ἅπαντα ζητητέον οὔτε ἐν τοῖς ἄλλοις οὔθ᾿ ὅσα πρὸς τὴν γένεσιν, αὐτά τε τὰ γεννώμενα μέρη θετέον οἶον τοὺς καρπούς. οὐδὲ γὰρ τὰ ἔμβρυα τῶν ζώων. εἰ δὲ ἐν τῇ ὥρᾳ ὄψει τοῦτό γε κάλλιστον. οὐδὲν σημεῖον, ἐπεὶ καὶ τῶν ζώων εὐθενεῖ τὰ κύοντα. Πολλὰ δὲ καὶ τὰ μὲρη κατ᾿ ἐνιαυτὸν ἀποβάλλει, καθάπερ οἵ τε ἔλαφοι τὰ κέρατα καὶ τὰ φωλεύοντα τὰ πτερὰ καὶ τρίχας τετράποδα· ὥστ᾿ οὐδὲν ἄτοπον ἄλλως τε καὶ ὅμοιον ὄν τῷ φυλλοβολεῖν τὸ πάθος. Ὡσαύτως δ᾿ οὐδὲ τὰ πρὸς τὴν γένεσιν· ἐπεὶ καὶ ἐν τοῖς ζώοις τὰ μὲν συνεκτίκτεται τὰ δ᾿ ἀποκαθαίρεται καθάπερ ἀλλότρια τῆς φύσεως. ἔοικε δὲ παραπλησίως καὶ τὰ περὶ τὴν βλάστησιν ἔχειν. ἡ γάρ τοι βλάστησις γενέσεως χάριν ἐστὶ τῆς τελείας.