Ancient Greek · ~3 min
B, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-2
Not analysed yet
Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται· μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. οὐ μὴν ἀλλὰ τά γε πολλὰ ἢ πάνθ᾿ ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἐὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν. ἀλλὰ φυσικώτεραί πως ἐκεῖναι· τὸ δὲ ἐνδεχόμενον ὡς δυνατὸν ληπτέον.