Ancient Greek · ~3 min
B, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-2
Not analysed yet
Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρῴρας ἀλλ᾿ ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμβριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνου. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη.