Ancient Greek
Γ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-3
Not analysed yet
Τούτων μὲν οὖν πρὸς τῇ σπερματικῇ καὶ τῇ ἀπὸ τῶν ῥιζῶν καὶ αὕτη γένεσίς ἐστι· τῶν δὲ ἄλλων ἐκεῖναι· πλὴν ὅσα μόνον ἀπὸ σπέρματος φύεται, καθάπερ ἐλάτη πεύκη πίτυς. ὅσα δὲ ἔχει σπέρμα καὶ καρπόν, κἂν ἀπὸ ῥίζης γίνηται, καὶ ἀπὸ το ύτων· ἐπεὶ καὶ τὰ δοκοῦντα ἄκαρπα εἶναι γεννᾶν φασιν, οἶον πτελέαν ἰτέαν. σημεῖον δὲ λέγουσιν οὐ μόνον ὅτι φύεται πολλὰ τῶν ῥιζῶν ἀπηρτημένα καθ᾿ οὓς ἂν ᾖ τόπους, ἀλλὰ καὶ τὰ συμβαίνοντα θεωροῦντες, οἷον ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὡς ἐξερράγη τὸ συναθροισθὲν ὕδωρ ἐν τῷ πεδίῳ φραχθέντων τῶν βερέθρων· ὅπου μὲν ἐγγὺς ἦσαν ἰτέαι πεφυκυῖαι τοῦ καταποθέντος τόπου, τῷ ὑστέρῳ ἔτει μετὰ τὴν ἀναξήρανσιν ἐνταῦθα αὖθις ἀναφῦναί φασιν ἰτέαν· ὅπου δὲ πτελέαι αὖθις πτελέας, καθάπερ καὶ ὅπου πεῦκαι καὶ ἔλαται πεύκας καὶ ἐλάτας, ὥσπερ μιμουμένων κἀκείνων.