Ancient Greek · ~3 min
Γ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.1-3
Not analysed yet
I. Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται. λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ᾿ ὅλως ἴδιον τῆς φύσεως. Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ᾿ οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ᾿ ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ᾿ ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ᾿ οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος.