Ancient Greek · ~3 min
Η, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-7
Not analysed yet
καλοῦσι δ᾿ οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα δ᾿ ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ καὶ πρῶτον τοῦτον τῶν ἀρότων. τοῦ δὲ δευτέρου πάλιν μεθ᾿ ἡλίου τροπὰς τοῦ Γαμηλιῶνος μηνός, ἐν ᾧ σπείρουσι καὶ πηγνύουσι πράσον σέλινον γήθυον ἀδράφαξυν. τοῦ τρίτου δέ, ὃν καλοῦσι θερινόν, τοῦ Μουνυχιῶνος· ἐν τούτῳ δὲ σπείρεται σίκυος κολοκύντη βλίτον ὤκιμον ἀνδράχνη θύμβρον. ποιοῦνται δὲ πλείους ἀρότους τῶν ὁμοίων καθ᾿ ἑκάστην ὥραν, οἷον ῥαφανίδος ὠκίμου τῶν ἄλλων. πᾶσι δὲ σπείρεται τοῖς ἀρότοις τὰ ἐπίσπορα.