Ancient Greek · ~4 min
Η, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-7
Not analysed yet
Διαφύεται δ᾿ οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ. τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζωμον καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπταῖαι. σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον ὁ σίκυος. ἀνδράχνη δ᾿ ἐν πλείοσι τούτων. ἄνηθον δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπταῖα. τευτλίον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκαταῖον. κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσφυέστατον δὲ πάντων τὸ σέλινον· τεσσαρακοσταῖον γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες, οἱ δὲ πεντηκοσταῖον, καὶ τοῦτο κατὰ πάντας τοὺς ἀρότους· ἐπισπείρουσι γάρ τινες ἐπὶ πᾶσιν.