Ancient Greek · ~2 min
Θ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-8
Not analysed yet
Ἔστι δὲ ἡ μὲν γένεσις αὐτῶν μία καὶ ἁπλῆ· φύεται γὰρ ἀπὸ σπέρματος, ἐὰν μή τι σπάνιον καὶ ὀλίγον ἀπὸ τῆς ῥίζης. ὧραι δὲ τοῦ σπόρου τῶν πλείστων δύο· πρώτη μὲν καὶ μάλιστα ἡ περὶ Πλειάδος δύσιν, ᾗ καὶ Ἡσίοδος ἠκολούθηκε καὶ σχεδὸν οἱ πλεῖστοι, δι᾿ ὃ καὶ καλοῦσί τινες αὐτὴν ἄροτον· ἄλλη δ᾿ ἀρχομένου τοῦ ἦρος μετὰ τὰς τροπὰς τοῦ χειμῶνος. οὐ τῶν αὐτῶν δὲ ἑκατέρα. τὰ μὲν γὰρ αὐτῶν φιλεῖ πρωισπορεῖσθαι, τὰ δὲ ὀψὲ διὰ τὸ μὴ δύνασθαι φέρειν τοὺς χειμῶνας, τὰ δὲ πρὸς ἀμφοτέρας τὰς ὥρας οὐ κακῶς ἔχει, καὶ πρὸς χειμῶνα καὶ πρὸς ἔαρ.