Ancient Greek · ~2 min
Θ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-8
Not analysed yet
Πρωίσπορα μὲν οὖν ἐστι πυρὸς κριθή, καὶ τούτων ἡ κριθὴ πρωϊσπορώτερον· ἔτι δὲ ζειὰ τίφη ὀλύρα καὶ εἴ τι ἕτερον ὁμοιόπυρον· ἁπάντων γὰρ σχεδὸν ὁ αὐτὸς χρόνος τῆς σπορᾶς· τῶν δὲ χεδροπῶν μάλιστα ὡς εἰπεῖν κύαμος καὶ ὦχρος· ταῦτα γὰρ διὰ τὴν ἀσθένειαν προλαβεῖν τῇ ῥιζώσει βούλεται τοὺς χειμῶνας· πρωίσπορον δὲ καὶ ὁ θέρμος· ἀπὸ τῆς ἅλω γάρ φασι δεῖν καταβάλλειν εὐθύς.