Ancient Greek · ~2 min
I, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-9
Not analysed yet
Ἡ δ᾿ ὑγρότης τῶν μὲν πάχος ἔχει μόνον, ὥσπερ τῶν ὀπωδῶν· τῶν δὲ καὶ δακρυώδης γίνεται, καθάπερ ἐλάτης πεύκης τερεβίνθου πίτυος ἀμυγδαλῆς κεράσου προύμνης ἀρκεύθου κέδρου τῆς ἀκάνθης τῆς Αἰγυπτίας πτελέας, καὶ γὰρ αὕτη φέρει κόμμι πλὴν οὐκ ἐκ τοῦ φλοιοῦ ἀλλ᾿ ἐν τῷ κωρύκῳ, ἔτι δὲ ἀφ᾿ ὧν ὁ λίβανος καὶ ἡ σμύρνα, δάκρυα γὰρ καὶ ταῦτα, καὶ τὸ βάλσαμον καὶ χαλβάνη καὶ εἴ τι τοιοῦτον ἕτερον, οἷόν φασι τὴν ἄκανθαν τὴν Ἰνδικήν, ἀφ᾿ ἧς γίνεταί τι ὅμοιον τῇ σμύρνῃ· συνίσταται δὲ καὶ ἐπὶ τῆς σχίνου καὶ ἐπὶ τῆς ἀκάνθης τῆς ἰξίνης καλουμένης, ἐξ ὧν ἡ μαστίχη.