Ancient Greek · ~3 min
I, Chapter 1
Theophrastus, Enquiry into Plants 1.1-9
Not analysed yet
Ι. Ἡ ὑγρότης οἰκεία τῶν φυτῶν, ἣν δὴ καλοῦσί τινες ὀπὸν ὀνόματι κοινῷ προσαγορεύοντες· δύναμιν δὲ ἔχει δῆλον ὅτι τὴν καθ᾿ αὑτὴν ἑκάστη. χυμὸς δὲ ταῖς μὲν μᾶλλον ταῖς δ᾿ ἧττον ἀκολουθεῖ, ταῖς δ᾿ ὅλως οὐκ ἂν δόξειεν, οὕτως ἀσθενὴς καὶ ὑδαρής τίς ἐστι. πλείστη μὲν οὖν ὑπάρχει πᾶσι κατὰ τὴν βλάστησιν, ἰσχυροτάτη δὲ καὶ μάλιστα ἐκφαίνουσα τὴν ἑαυτῆς φύσιν ὅταν ἤδη παύσηται καὶ βλαστάνοντα καὶ καρπογονοῦντα. συμβαίνει δέ τισι τῶν φυτῶν καὶ χρόας ἰδίας ἔχειν· τοῖς μὲν λευκὰς οἷον τοῖς ὀπώδεσι, τοῖς δ᾿ αἱματώδεις οἷον τῷ κενταυρίῳ καὶ τῇ ἀτρακτυλίδι καλουμένῃ ἀκάνθῃ, τοῖς δὲ χλωρόν, τοῖς δ᾿ ἐν ἄλλῃ χρόᾳ. ἔνδηλα δὲ μᾶλλον ταῦτα ἐν τοῖς ἐπετείοις καὶ τοῖς ἐπετειοκαύλοις ἢ τοῖς δένδροις.