Ancient Greek · ~2 min
Ε, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-5
Not analysed yet
Συμβαίνει δὲ καὶ τοῦτο ὑπεναντίον, ὅταν τε κατ τὴν βλάστησιν τέμνωνται καὶ ὅταν μετα τοὺς καρπούς. τότε μὲν γὰρ ἀναξηραίνεται τὰ στελέχη καὶ οὐ βλαστάνει τὰ δένδρα· μετὰ δὲ τοὺς καρποὺς παραβλαστάνει. δυστομώτερα δὲ διὰ τὴν σκληρότητα κατὰ ταύτην τὴν ὥραν κελεύουσι δὲ καὶ δεδυκυίας τῆς σελήνης τέμνει ὡς σκληροτέρων καὶ ἀσαπεστέρων γινομένον. ἐπεὶ δὲ αἱ πέψεις τῶν καρπῶν παραλλάττουσι, δῆλον ὅτι καὶ αἱ ἀκμαὶ πρὸς τὴν τομὴν παραλλάττουσιν· ἀεὶ γάρ ὀψιαίτεραι αἱ τῶν ὀψικαρποτέρων.