Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-6
Not analysed yet
Ἐν δὲ τοῖς ἀνακάνθοις οὐκ ἔστιν οὕτως διαλαβεῖν τοῖς γένεσιν· ἡ γὰρ τῶν φύλλων ἀνωμαλία μεγέθει καὶ μικρότητι καὶ σχήμασιν ἄπειρος καὶ ἀσαφής· ἀλλὰ δεῖ πειρᾶσθαι κατ᾿ ἄλλον τρόπον διαιρεῖν. πλείω δέ ἐστι τὶ γένη τὰ τούτων καὶ διαφορὰς ἔχοντα μεγάλας, οἷον κίσθος μήλωθρον ἐρευθεδανὸν σπειραία κνέωρον ὀρίγανος θύμβρα σφάκος ἐλελίσφακος πράσιον κόνυζα μελισσόφυλλον ἕτερα τοιαῦτα· πρὸς τούτοις ἔτι τὰ ναρθηκώδη καὶ ἐννευρόκαυλα, καθάπερ μάραθον ἱππομάραθον ναρθηκία νάρθηξ καὶ τὸ καλούμενον ὑπό τινων μυοφόνον καὶ ὅσα ὅμοια τούτοις. ἅπαντα γὰρ ἄν τις καὶ ταῦτα καὶ ὅλως εἴ τι ναρθηκῶδές ἐστι τῆς φρυγανικῆς θείη φύσεως.