Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-6
Not analysed yet
Τῶν ἀκανθικῶν δὴ τὰ μὲν ἁπλῶς εἰσιν ἄκανθαι, ὥσπερ ἀσφάραγος καὶ σκορπίος· οὐ γὰρ ἔχουσι φύλλον οὐδὲν παρὰ τὴν ἄκανθαν. τὰ δὲ φυλλάκανθα, καθάπερ ἄκανος ἠρύγγιον κνῆκος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐπὶ τῶν φύλλων ἔχει τὴν· ἄκανθαν, δι᾿ ὃ καὶ φυλλάκανθα καλεῖται. τὰ δὲ καὶ παρὰ τὴν ἄκανθαν ἕτερον ἔχει φύλλον, ὥσπερ ἡ ὀνωνὶς καὶ ὁ τρίβολος καὶ ὁ φέως, ὃν δή τινες καλοῦσι στοιβήν. ὁ δὲ τρίβολος καὶ περικαρπιάκανθός ἐστιν· ἔχει γὰρ ἀκάνθας ἐν τῷ περικαρπίῳ, δι᾿ ὃ καὶ τοῦτο ἴδιον πρὸς ἅπαντα ὡς εἰπεῖν· ἐπεὶ πτορθάκανθά γε πολλὰ καὶ τῶν δένδρων καὶ τῶν θαμνωδῶν ἐστιν, οἷον ἀχρὰς ῥόα παλίουρος βάτος ῥοδωνία κάππαρις. ἐν μὲν οὖν τοῖς ἀκανθικοῖς ταύτας ἄν τις ὡς εἰπεῖν τύπῳ λάβοι τάς διαφοράς.