Ancient Greek · ~3 min
Θ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-8
Not analysed yet
Ὀψίσπορα δὲ τούτων γε αὐτῶν ὅσα διαφέρει τοῖς γένεσιν, οἷον πυρῶν τέ τι γένος καὶ κριθῶν ὃ καλοῦσι τρίμηνον διὰ τὸ ἐν τοσούτῳ τελειοῦσθαι· καὶ τῶν χεδροπῶν τὰ τοιάδε, φακὸς ἀφάκη πισός. ἐν ἀμφοτέραις δὲ ταῖς ὥραις τῶν χεδροπῶν, καθάπερ ὄροβος ἐρέβινθος· οἱ δὲ καὶ τὸν κύαμον ὀψὲ σπείρουσιν, ἐὰν ὑστερήσωσι τῶν πρώτων ἀρότων. ἀπλῶς δὲ πρωϊσποροῦσι τὰ μὲν δι᾿ ἰσχὺν ὡς δυνάμενα φέρειν τοὺς χειμῶνας, τὰ δὲ δι᾿ ἀσθένειαν, ὅπως προλάβωσι ταῖς εὐδίαις τὴν αὔξησιν. δύο μὲν οὖν αὗται. τρίτη δὲ τῶν θερινῶν ἣν εἴπομεν, ἐν ᾗ κέγχρος σπείρεται καὶ μέλινος καὶ σήσαμον, ἔτι δ᾿ ἐρύσιμον καὶ ὅρμινον. χρόνοι μὲν οὖν ἑκάστων οὗτοι.